Ancient Greek
P.Vind.Sijp. 3
Documentary Papyri, P.Vind.Sijp. 3
Not analysed yet
Φλαυίῳ Βησοδώρῳ τῷ καὶ Ἀρμενίῳ γυμνασιάρχῳ βουλευτῇ ἐνάρχῳ στρατηγῷ Ἑρμοῦ πόλεως τῆς λαμπροτάτης παρὰ Αὐρηλίου Μακαρίου …ἑξῆς ὑπογράφοντος ἀναγραφομένου ἐπʼ ἀμφόδου Φρουρίου λιβός. ὁμολογῶ ὀμνὺς τὸν θεῖον καὶ σεβάσμιον ὅρκον τῶν πάντα νικώντων δεσποτῶν ἡμῶν Αὐτοκράτορος τε καὶ Καισάρων ἐγγεγυῆσθαι Αὐρήλιον Σύρον Μαρίνου ἐκτελοῦντα τὴν ἐγχειρισθεῖσαν τῷ υἱῷ αὐτοῦ δημοτικὴν λειτουργίαν ἀμέμπτως ἐπὶ τοῦ αὐτοῦ ἀμφόδου ἐν μηδενὶ λιποτακτοῦντα. ἐὰν δὲ λιποτακτήσῃ, ἐγὼ αὐτὸς τὸν ὑπὲρ αὐτοῦ λόγον ὑπομενῶ ἢ ἔνοχος εἴην τῷ θείῳ ὅρκῳ καὶ τῷ περὶ τούτου κινδύνῳ καὶ ἐπερωτηθεὶς ὡμολόγησα. ὑπατείας Παυλίνου καὶ Ἰουλιανοῦ τῶν λαμπροτάτων Θὼθ κδ. ὁ προκείμενος Μακάριος ἐγγυῶμαι ὡς πρόκειται Σύρος Μαρίνου διὰ Μακαρίου ἀρχεφόδου Φρουρίου Λιβός