Ancient Greek
P.Vind.Sijp. 4
Documentary Papyri, P.Vind.Sijp. 4
Not analysed yet
Αὐρηλίῳ Ἀσκληπιάδῃ πραιποσίτῳ ιε πάγου νομοῦ Ἑρμουπολείτου παρὰ Αὐρηλίου Πανεχώτου Ὥρου πρεσβυτέρου ἀπὸ κώμης Σενομορρῶ τοῦ αὐτοῦ νομοῦ χαίρειν. ὁμολογῶ ὀμνὺς τὸν θεῖον καὶ σεβάσμιον ὅρκον τῶν τὰ πάντα νικώντων δεσποτῶν ἡμῶν Αὐγούστων ἐγγεγυῆσθαι μονῆς καὶ ἐμφανείας Αὐρήλιον Πατῶτα Ὥρου εἰς κωμαρχίαν τῆς αὐτῆς κώμης. ἐὰν δὲ ἀποστῇ καὶ μὴ παραστήσω, ἐγὼ αὐτὸς τὸν ὑπὲρ αὐτοῦ λόγον ὑποστήσομαι ἢ ἔνοχος εἴην τῷ θείῳ ὅρκῳ καὶ τῷ περὶ τούτου κινδύνῳ καὶ ἐπερωτηθεὶς ὡμολόγησα. ὑπατείας Σεπτιμίου Ἀκινδύνου τοῦ λαμπροτάτου ἐπάρχου τοῦ ἱεροῦ πραιτωρίου καὶ Ποπλωνίου Προκούλου τοῦ λαμπροτάτου Ἐπεὶφ ε. Αὐρήλιος Πανεχώτης ὁ προκείμενος ἐγγυῶμαι καὶ παραστήσω ὡς πρόκιται. Αὐρήλιος Σιλβανὸς ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος.