Ancient Greek
P.Vind.Sijp. 9
Documentary Papyri, P.Vind.Sijp. 9
Not analysed yet
Αὐρήλιος Δωρόθεος Ἰσὰκ εἰρηνάρχου τοῦ καὶ Ὀσυτέους καὶ Αὐξώνιος λαμπροτάτῳ Αὐρηλίῳ Νεμεσιανῷ Ἱππίου βουλευτῇ γεουχοῦντι ἀφʼ Ἡρακλέους πόλεως χαίρειν. μεμίσθωμαι παρά σου ἀπὸ τῶν ὑπαρχόντων σοι γῃδίων ἐν πεδίῳΦῦς ἐν κλήρῳ Ψαννὲ ἀρούρας ἥμισυ τέταρτον διὰ τοῦ Νεμεσίνου ἰατροῦ εἰς σπόρον, ὅν ἐὰν βουληθῇς, εἰς τὸν σπόρον τῆς εὐτυχούσης δωδεκάτης ιβ ἰνδικτίωνος φόρου τοῦ μεταξὺ ἡμῶν παρόντων ἀποτάκτου ἀρτάβας δύο ἥμισυ, ὅνπερ φόρον ἀποδώσω σοι μησὶ τῆς ἁλωνίας τῆς αὐτῆς ιβ ἰνδικτίωνος μέτρῳ τετάρτῳ τῆς οὐσίας σου ἀνυπερθέτως καὶ ἄνευ πάσης ἀντιλογίας. ἡ μίσθωσιςκυρία καὶ ἐπηρωτηθεὶς ὡμολόγησα. μετὰ τὴν ὑπατείαν τοῦ δεσπότουἡμῶν Θεοδοσίου τοῦ αἰωνίου Αὐγούστου τὸ ζ καὶ Φλαουίου Κωνσταντίου τοῦ λαμπροτάτου τὸ β. Αὐρήλιος Δωρόθεος Ἰσὰκ ὁ προκείμενος μεμίσθωμαι καὶ ἀποδώσω τοὺς φόρους ὡς πρόκιται. Αὐρήλιος Πεμπῶς Θεοδώρου ἔγραψα ὑπὲρ αὐτοῦ ἀγραμμάτου ὄντος καὶ παρόντος. μίσθωσις Δωροθέου Ἰσὰκ εἰρηνάρχου κλήρῳ Ψαννὲ ἀρούρας 𐅵δ ιβ ἰνδικτίωνος.