Ancient Greek
P.Vind.Sijp. 8
Documentary Papyri, P.Vind.Sijp. 8
Not analysed yet
Χαιρήμων Πολυδεύκους Ἀνουβίωνι Σαραπίωνος γεωργῷ χαίρειν. μεμίσθωκά σοι ἐπʼ ἔτη δύο ἀπὸ τοῦ ἐνεστῶτος δωδεκάτου ἔτους Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου ἀπὸ τῶν ὑπαρχουσῶν μοι ἐν τῷ Περὶ πόλιν κάτω ἐκ τοῦ Ἀττείνου κλήρου τὰς ἀρούρας ἐν δυσὶ σφραγῖσι, ὧν ἐκφορίου ἀποτάκτου ἓξ διμοίρου ἀνὰ ἑκάστης ἀρούρας ἀργυρίου δραχμὰς εἴκοσι καὶ τῶν ἄλλων ἀρουρῶν ἕξ ὁμοίως ἀνὰ ἑκάστης ἀρούρας ἀργυρίου δραχμὰς εἴκοσι εἰς ξυλαμὴν ἄρακος καὶ κοίτην προβάτων. τῷ δὲ εἰσίοντι τρεισκαιδεκάτῳ ἔτει Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου εἰς σπορὰν πυροῦ, τὰς μὲν ἕξ δίμοιρον ἀνὰ πυροῦ ἀρτάβας ἑπτά ,τὰς δὲ λοιπὰς ἓξ ἀνὰ πυροῦ ἑκάστης ἀρούρης ἓξ ἥμισυ . τὰ δὲ προκείμενα ἐκφόρια, τὸν μὲν ἀργυρικὸν φόρον ἀποδώσεις ἐμοὶ ἐν τῷ Ἐπεὶπ μηνὶ τοῦ ἐνεστῶτος δωδεκάτου ἔτους Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου, τὸν δὲ πυρὸν μετρήσεις εἰς τοὺς δημοσίους θησαυρούς, μίαν Ἀθηναίῳ ἀντι μιᾶς δοχικῷ, καὶ ἐποίσεις μοι μετρήσεις. ἔτους ιβ Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ Ἁθὺρ δ.