Ancient Greek
P.Vind.Worp 13
Documentary Papyri, P.Vind.Worp 13
Not analysed yet
Αὐσόνιος Ἄπα Σιρίῳ καὶ Καμοῦλ. οὐ συμβάλλεται οὔτε ὑμῖν οὔτε τοῖς ἄλλοις τοῖς οἰκοῦσιν τὴν κώμην τὸ ἐπὶ πολὺ ἀγνωμονεῖν. ἐπεὶ τοίνυν μεμάθηκα ὡς ὑμῶν ὀκνούντων καταβαλεῖν τὰ ἐκφόρια ἑαυτῶν, σπουδάσατε συντεῖναι ἑαυτοὺς πρὸς εὐγνωμοσύνην ἅμα δὲ καὶ παρασκευάσαι τοὺς ἄλλους εὐγνωμονεῖν. οὔτε γὰρ ὑμῖν οὔτε τοῖς ἀπὸ τῆς κώμης χρήσιμόν ἐστιν τὸ χρεωστεῖν τοσαῦτα. ἐρρῶσθαι ὑμᾶς εὔχομαι. Ηρω… Ἄπα Σιρίῳ Καμοῦλ Αὐσόνιος.