Ancient Greek
P.Vind.Worp 14
Documentary Papyri, P.Vind.Worp 14
Not analysed yet
πρὸ μὲν πάντων γράφω· προσκυνῶ καὶ ἀσπάζομαι τὴν ὑμετέραν γνησίαν ἀδελφότητα καὶ τὰ παιδία αὐτῆς καὶ τὴν ἐλευθέραν καὶ τὸν πατέρα ἡμῶν καὶ ὅλους τοῦ οἴκου ἡμῶν ἀπὸ μικροῦ ἕως μεγάλου. βούλομαι δὲ ὑμᾶς γνῶναι, ὅτι ἀπέλαβα τὰς εὐλογίας τοῦ θεοφιλεστάτου πατρὸς ἡμῶν ἀββᾶ Δαμιανοῦ οἰκονόμου καὶ τοῦ εὐλαβεστάτου Ἀηλίου διακόνου. ἰδοὺ οὖν, ἔδοξέν τινα ἀδελφὸν αὐτοῦ γνήσιον καὶ προσφιλέστατον καὶ ἀγαπητὸν πέμψαι. θελήσατε οὖν πᾶσαν ἐπιμέλειαν καὶ φροντίδα ἐνδείξασθαι εἰς αὐτὸν καὶ τοὺς ὄντας μετʼ αὐτοῦ καὶ τὰ ἄλογα …μῖν βαστάξαι τὰς τροφὰς τῶν αὐτοῦ ἀλόγων καταξιώσῃ ἡ γνησία ἀδελφότης σου θεράπευσον αὐτὸν καὶ μηδὲν …ὁ θεὸς καὶ αἱ εὐχαὶ τοῦ πατρὸς μου καὶ ευ…ς εἰμὶ τοῦ κατελθεῖν ἐν τάχει. ὑγιαίνων δίελθε. τῷ τὰ πάντα θεοφιλεστάτῳ γνησίῳ ἀδελφῷ Γεωργίῳ ἀναγνώστῃ Ἀπολλῶ πρεσβύτερος ἀδελφός.