Ancient Greek
P.Vind.Worp 15
Documentary Papyri, P.Vind.Worp 15
Not analysed yet
ἓν μέγα πρόβατον ἔσφαξα καὶ ἔπεμψα ἵνʼ ἁλίσῃ αὐτὸ ἡ κυρία μου μετὰ οἴνου ὡς θελε… καὶ γράψατέ μοι, ἐὰν καλῶς εγω… τὸ ἄριστον τῶν δύο παιδίων. ἐὰν δὲ ἦλθεν ὁ ἀδελφός μου, γράψατέ μοι. Δαμιανὸς ὁ Κυρισίου υἱὸς ἐδήλωσέν μοι διὰ τὸν οἶκον. οἶδε τὸν οἰκονόμον καὶ ἐὰν ἀρέσκει αὐτῷ τὸ πρᾶγμα, δώσει τὸ χρυσίον. ἀπῆλθε καὶ ὁ ἀδελφός μου καὶ ᾔδει τὸ πρᾶγμα. ἐὰν καλός ἐστι ὁ οἶκος καὶ ἀρέσκει αὐτῷ παρ… τὸ πρᾶγμα, καὶ ὡς εἶπον, δώσει τὸ χρυσίον ὁ ἀββᾶς Δαμιανὸς ἄχρις οὗ ἔλθ… ἀπόδος εἰς τὸ ὁσπίτιον …τοῦ Φοιβάμμωνος