Ancient Greek
P.Warr. 11
Documentary Papyri, P.Warr. 11
Not analysed yet
ἔτους δευτέρου Αὐτοκράτορος Καίσαρος Νέρουα Τραϊανοῦ Σεβαστοῦ Γερμανικοῦ μηνὸς Σεβαστοῦ ιθ ἐν Καρανίδι τοῦ Ἀρσινοΐτου νομοῦ. ὁμολογεῖ Ἀπεὶς Μάρωνος Πέρσης τῆς ἐπιγονῆς ὡς ἐτῶν εἰκοσιτεσσάρων οὐλὴ ἀντικνημίωι ἀριστερῶι Ἡρακλείδῃ …οὐλὴ γόνατι δεξιῶι μεμισθωκέναι αὐτῶι Ἡρακλείδῃ εἰς τὸ ἐνεστὸς β ἔτος Αὐτοκράτορος Καίσαρος Νέρουα Τραϊανοῦ Σεβαστοῦ Γερμανικοῦ ἀφʼ ὧν γεωργεῖ ὁ Ἀπεὶς περὶ Πατσῶντιν δημοσίων ἀρουρῶν δύο ἢ ὅσαι ἐὰν ὦσι περὶ τὴν Ἱερέως ἐκ τοῦ πρὸς νότον μέρους ἄρουραν μίαν σχοινίωι ἐνενηκονταεξαπήχει εἰς σπορὰν ὧν ἐὰν αἱρῆται, καὶ ἀπέχειν αὐτὸν παρὰ τοῦ Ἡρακλείδου ἐκ προδόματος τὴν τῶν ἐκφορίων τιμὴν ἀργυρίου δραχμὰς πεντήκοντα ἓξ παραχρῆμα διὰ χειρὸς ἐξ οἴκου καὶ βεβαιώσειν αὐτόν τε Ἀπεὶν καὶ τοὺς παρ αὐτοῦ τῶι Ἡρακλείδῃ καὶ τοῖς παρʼ αὐτοῦ πάση βεβαιώσει καθαρὰν ἀπό τε ἐκφορίων καὶ φόρων πάντων, ὄντων τῶν γεωργικῶν ἔργων πάντων καὶ ποτισμῶν πρὸς τὸν Ἡρακλείδην· ἐὰν δέ τι τούτων παραβῇ, ἀποτεισάτω τὴν βλάβην καὶ δαπανήματα διπλᾶ. ὑπογραφεὺς τοῦ ὁμολογοῦντος Ἥρων Σατύρου οὐλὴ μετώπῳ μέσωι.