Ancient Greek
P.Warr. 12
Documentary Papyri, P.Warr. 12
Not analysed yet
Ῥουφῖνα Δωρίωνος διὰ Σαραπίωνος υἱοῦ Πλουτίωνι Πετεχῶντος χαίρειν. ἀπέσχον παρά σου τὸν φόρον καρπῶν ἐννεακαιδεκάτου ἔτους ἐκπεπτωκότα εἰς τὸ ἐνεστὸς εἰκοστὸν ἔτος περὶ κώμην Φιλαδέλφιαν ἐλαιωνοπαραδείσου Δωρίωνος λεγομένου, ἀργυρίου δραχμὰς χιλίας ἑκατὸν γίνονται δραχμαὶ Αρ πλήρεις. ἔτους κ Ἀντωνίνου καὶ Κομμόδου τῶν κυρίων Σεβαστῶν μηνὸς Ἁδριανοῦ κ.