Ancient Greek
P.Warr. 2
Documentary Papyri, P.Warr. 2
Not analysed yet
……ἀμφόδου Ἀράβω… παρὰ Ἡρακλείου τοῦ Σαμβᾶ τοῦ Σοκέως μητρὸς Ἡρακλοῦτος τῆς Διφίλου ἀναγραφομένου ἐπʼ ἀμφόδου Ἀράβωι. ἀπογράφομαι τὸν ἐπιγεννηθέντα μοι ἐκ τῆς συνούσης μοι γυναικὸς Ταμάρωνος τῆς Ἡρακλείου υἱὸν Ἡρακλείδην γεγεννημένον τῶι β ἔτει Αὐτοκράτορος Καίσαρος Οὐεσπασιανοῦ Σεβαστοῦ καὶ ὄντα ἐτῶν γ ἐπιδίδωμι τὴν ἀπογραφήν. Ἀπολλώνιος ἀμφοδάρχης σεσημείωμαι περὶ ἐπιγεγενημένου. ἔτους τετάρτου Αὐτοκράτορος Καίσαρος Οὐεσπασιανοῦ Σεβαστοῦ Ἐφὶπ ιζ.