Ancient Greek
P.Warr. 3
Documentary Papyri, P.Warr. 3
Not analysed yet
……ἐν Ὀξυρυγχειτῶν πόλει. τῇ ἐξακτορικῇ τάξει μερίδος καὶ οἴκου τοῦ τῆς λαμπρᾶς μνήμης Τιμαγένους διὰ Φιλοξένου βοηθοῦ ἐξακτορίας τῆς αὐτῆς, Φλαούιος Προσδόκιος, κεντηνάριος ἀριθμοῦ τῶν γενναιοτάτων καὶ καθωσιωμένων λεοντοκλιβαναρίων, υἱὸς τοῦ τῆς ἀρίστης μνήμης Σατορνίλου, ἑξῆς ὑπογράφων, διὰ τῶν ἐνταῦθα τῇ αὐτῇ Ὀξυρυγχειτῶν. κούφισον ἐκ τῶν παρά σοι δημοσίων χαρτῶν ἐκ τοῦ ὀνόματος Ἰουλιανοῦ ναυάρχου υἱοῦ Μαρτυρίου ἀπὸ τῆς τεσσαρεσκαιδεκάτης ἰνδικτίονος τελέσματα ἀρουρῶν δέκα καὶ ὀκτὼ ἰδιωτικῆς ἰδέας, καὶ ἔνεγκον καὶ σωμάτισον εἰς τὴν ἐμὴν προσηγορίαν, ἐμοῦ τελοῦντος τὰ τελέσματα τῶν δέκα καὶ ὀκτὼ ἀρουρῶν, ὡς εἴρηται, ἰδιωτικῆς ἰδέας ἀπὸ τῆς αὐτῆς τεσσαρεσκαιδεκάτης ἰνδικτίονος καὶ εἰς τὸν ἑξῆς χρόνον, ἐν ὅσῳ συνίσταται τὸ ἐκτεθέν μοι παρὰ τοῦ αὐτοῦ Ἰουλιανοῦ γραμματεῖον τῆς σωματικῆς ὑποθήκης. καὶ πρὸς ἀσφάλειαν τοῦ δημοσίου ταῦτα πεποίημαι τὰ ἐπιστάλματα τοῦ σωματισμοῦ μεθʼ ὑπογραφῆς ἐμῆς ὡς πρόκειται. Αὐρήλιος Φιλόξενος βοηθὸς ἐξακτορίας τοῦ αὐτοῦ οἴκου Τιμαγένους ἔσχον τὸ αὐθεντικὸν ἐπίσταλμα. ἐπίσταλμα σωματισμοῦ τοῦ κυρίου Προσδοκίου. κύριον ἰδιωτικῆς ἀρουρῶν ιη.