Ancient Greek
P.Wash.Univ. 1 7
Documentary Papyri, P.Wash.Univ. 1 7
Not analysed yet
…αστου στερομένους …ην καὶ τοὺς τὸ τηνικαῦτα ἀπονεμηθέντας …στρατιώτας ἀπὸ τῆς ἐξυπηρετουμένης τῇ σῇ λαμπρότητι …λα καὶ τοὺς πολιτευομένους τοὺς ἀποτεταγμένους ἐπικεῖσθαι τοῖς ὀφείλουσι ἀνακαθάραι τὴν Τραιανὴν διώρυχα ἐγχειρισθέντας δὲ καὶ τὸ ἀνάλωμα ἐπιτηρεῖν καὶ τοὺς ἐπιμελητὰς τοὺς τὰ δημόσια χρήματα ἀποδεξαμένους πρός τε τούτοις καὶ τοὺς κεφαλαιωτὰς τῶν τὸ τηνικαῦτα ἐργασαμένων ὥστʼ ἐξαπατώντων τούτων τὴν τοῦ ἐπιζητουμένου λόγου ἀκρίβειαν ἐραυνηθῆναι καὶ φανερὰν καταστῆναι. χρεία δέ ἐστιν ταύτης γιγνομένης τῆς ἐξετάσεως καὶ Κῦρον τὸν σκρινιάριον ἤγουν νουμεράριον τῆς τάξεως τῆς σῆς λαμπρότητος παρεῖναι τὸν πᾶσαν, ὡς εἰπεῖν, συνέχοντα τὴν ὑπόθεσιν ἔτι γε μὴν