Ancient Greek
P.Wash.Univ. 1 8
Documentary Papyri, P.Wash.Univ. 1 8
Not analysed yet
οἶδεν ἡ ὑμῶν λαμπρότης ὡς ἡ ἐκπομπὴ τοῦ σίτου τῆς Ἡρακλέους τῆς Μεσορὴ ιη τῶν μυριάδων γ καὶ Δμ ἀρταβῶν διασταλμὸν οὐκ εἶχεν τῶν οἴκων ἀλλὰ μόνων τῶν ναυτῶν. ἐπειδὴ οὖν οὐκ ἠνέσχετο ἡ αὐτῶν ἐξουσία ἀναμεῖναι ἕως τῆς προθεσμίας ἀλλὰ διὰ τῆς αὔριον πᾶν προσδοκᾷ ἡ αὐτῶν ἐξουσία πρᾶξαι τὸ αὐτὸ μέτρον μετὰ τῆς πληναρίας Κυνῶν καὶ Ὀξυρύγχων καταξιώσατε πάντα τρόπον ποιῆσαι καὶ διὰ τάχους ἀποστεῖλαι τὴν πρᾶξιν μετὰ τοῦ γραμματηφόρου.