Ancient Greek
P.Wisc. 1 10
Documentary Papyri, P.Wisc. 1 10
Not analysed yet
μετὰ τὴν ὑπατείαν Φλαουίων Πουσαίου καὶ Ἰωάννου τῶν λαμπροτάτων Φαῶφι ιγ ζ ἰνδικτίωνος Αὐρήλιος Κολλοῦθος υἱὸς Ἀνουθίου λαχανοπώλης τῆς Ὀξυρυγχιτῶν πόλεως Αὐρηλίῳ Παπνουθίῳ υἱῷ Ματ…ίου μονάζοντι ἀπὸ κώμης Κιρκᾶ τοῦ ἄνω Θεοδοσιοπολίτου νομοῦ καταμένοντι ἐνταῦθα τῇ Ὀξυρυγχιτῶν πόλει χαίρειν. ὁμολογῶ ἐσχηκέναι παρὰ σοῦ ἐν χρήσει διὰ χειρὸς ἐξ οἴκου σου εἰς ἰδίαν μου καὶ ἀναγκαίαν χρείαν χρυσοῦ νομισμάτιον ἁπλοῦν δόκιμον εὔσταθμον ἓν γίνεται χρυσοῦ νομισμάτιον α κεφαλαίου, ὅπερ ἀκίνδυνον ὂν ἀπὸ παντὸς κινδύνου ἐπάναγκες ἀποδώσω σοι ἐν τῇ πέμπτῃ καὶ εἰκάδι τοῦ Φαμενὼθ μηνὸς τοῦ ἐνεστῶτος ἔτους ρμε ριδ τῆς ἑβδόμης ἰνδικτίονος ἀνυπερθέτως καὶ ἄνευ πάσης ἀντιλογίας καὶ δίκης καὶ κρίσεως, γιγνομένης σοι τῆς εἰσπράξεως παρά τε ἐμοῦ καὶ ἐκ τῶν ὑπαρχόντων μοι πάντων. κύριον τὸ γραμμάτιον ἁπλοῦν γραφὲν καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος Κολλοῦθος υἱὸς Ἀνουθίου ὁ προκείμενος ἔσχον ἐν χρήσει τὸ τοῦ χρυσοῦ νομισμάτιον ἓν κεφαλαίου καὶ ἀποδώσω ἐν τῇ προθεσμίᾳ ὡς πρόκειται καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος Φοιβάμμων Ἀπφοῦτος ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος. di emu di emu Bohθου. γραμμάτιον Κολλούθου ἀπὸ τῆς Ὀξυρυγχιτῶν χρυσοῦ νομισμάτιον α.