Ancient Greek
P.Wisc. 1 9
Documentary Papyri, P.Wisc. 1 9
Not analysed yet
Σαραπίων ὁ τοῦ Σαραπίωνος τοῦ Σαραπίωνος μητρὸς Δημητρίας ἀπὸ τῆς Ὀξυρύγχων πόλεως Ζωίλῳ πρεσβυτέρῳ Ζωίλου τοῦ Διονυσίου μητρὸς Σαραπιάδος τῆς καὶ Ἀρσινόης ἀπὸ τῆς αὐτῆς πόλεως ἀγορανομήσαντι τῆς αὐτῆς πόλεως ἐνάρχῳ ἀρχιερεῖ τοῦ ἱερωτάτου Νείλου χαίρειν. ὁμολογῶ παρακεχωρηκέναι σοι τὸ κατὰ ἥμισυ μέρος πρότερον τῆς μητρός μου τῶν ὑπογεγραμμένων, περὶ μὲν κώμην Κερκεῦρα τῆς μέσης τοπαρχίας ἐκ τοῦ Σποκέως ἀρουρῶν δεκάδυο ἑκκαιδέκατον ,περὶ δὲ Κερκεμοῦνιν τῆς ἄνω τοπαρχίας ἐκ τοῦ Ξενῶνος καὶ Σπλήδωνος ἀρουρῶν ἓξ τετάρτου τετρακαιεικοστοῦ ,ἀπὸ κοινωνικῶν ἀρουρῶν, ἐν οἷς χῶμα ἰδιωτικόν, ὧν ὅλων γείτονες νότου πρότερον Θεογένους Θεογένους …πρὸς μὲν τοῦ ἀπὸ ἀπηλιώτου μέρους δημόσιον χῶμα, πρὸς δὲ τοῦ ἀπὸ λιβὸς τὸ δηλούμενον ἰδιωτικὸν χῶμα, ἀπηλιώτου πρότερον Διονυσίου Ἐριέως, λιβὸς τὸ αὐτὸ ἰδιωτικὸν χῶμα, τῶν ἐπὶ τὸ αὐτὸ ἀγομένωνδεκαοκτὼ τρίτου τεσσαρακοστογδόου ,ἐστιν τὸ ἥμισυ μέροςτούτων ἀρούραι ἔννεα ἕκτον ἐνενηκοστόεκτον . παραχωρητικοῦ τούτων ἀργυρίου δραχμῶν τετρακισχιλίων ,ἀφʼ ὧν αὐτὸς ἀπέχω παρά σου ἀργυρίου δραχμὰς τρισχιλίας ἑξακοσίας ἐπὶ τῷ τὰς λοιπὰς ἀργυρίου δραχμὰς τετρακοσίας λαβεῖν με παρά σου ἕως τοῦ ἐνεστῶτος ἔτους μηνὸς Ἁδριανοῦ ποιούμενόν σοι τὴν τούτων ἀπογραφήν, τῶν περὶ Κερκεμοῦνιν ἀρουρῶν ἀπογραφομένων τῇ …ὁμοίως τῶν περὶ Κερκεῦρα ἀρουρῶν. τὰς δὲ πάσας ἀρούρας ἔννεα ἕκτον ἐνενηκοστόεκτον παρέξομαί σοι καὶ ἐκγόνοις καὶ τοῖς παρά σου μεταληψομένοις κατὰ κελευσθέντα βεβαίας διὰ παντός, βεβαιοῦμαι δὲ πάσῃ βεβαιώσει καὶ καθαρὰς ἀπὸ γεωργίας βασιλικῆς καὶ οὐσιακῆς γῆς καὶ παντὸς εἴδους καὶ ἀπεργασίας καὶ ὑδροφυλακίας δημοσίων χωμάτων καὶ ἀπὸ παντὸς οὑτινοσοῦν ἄλλου καὶ ἀπὸ τῶν ὑπὲρ αὐτῶν τελουμένων δημοσίων καὶ τελεσμάτων πάντων τῶν ἕως τοῦ παρελθόντος καὶ αὐτοῦ τοῦ διελθόντος τρίτου καὶ εἰκοστοῦ ἔτους διὰ τὸ τὴν τῶν τοῦ ἐνεστῶτος τετάρτου καὶ εἰκοστοῦ ἔτους πυρῶν προσφορὰν εἶναί σου τοῦ Ζωίλου. κυρία ἡ παραχώρησις διπλῆ γραφεῖσα. ἔτους τετάρτου καὶ εἰκοστοῦ Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Κομμόδου Ἀντωνίνου Σεβαστοῦ Ἀρμενιακοῦ Μηδικοῦ Παρθικοῦ Σαρματικοῦ Γερμανικοῦ μεγίστου μηνὸς Ἁδριανοῦ α. Σαραπίων Σαραπίωνος τοῦ Σαραπίωνος Διονυσίου παρεχώρησα τῷ Ζωίλῳ τὰς προκειμένας ἀρούραςἔννεα ἕκτον ἐνενηκοστόεκτον παραχωρητικοῦ δραχμῶν τετρακισχιλίων ,ἀφʼ ὧν ἔσχον δραχμὰς τρισχιλίας ἑξακοσίας καὶ ποιήσομαι τὴν τούτων καταγραφὴν ἀπολαμβάνων τὰς λοιπὰς δραχμὰς τετρακοσίας καὶ βεβαιώσω ὡς πρόκειται ……ἔγραψα ὑπὲρ αὐτοῦ ἀγραμμάτου.