Ancient Greek
P.Wisc. 1 8
Documentary Papyri, P.Wisc. 1 8
Not analysed yet
τοῖς τὸ κ μετὰ τὴν ὑπατείαν Φλαουίου Βασιλείου τοῦ λαμπροτάτου Χοιὰκ ιθ ἰνδικτίωνος ι . Αὐρηλία Φιλόξενα θυγάτηρ Ἰωσὴφ μητρὸς Εἰρήνης ὁρμωμένη ἀπὸ τῆς λαμπρᾶς Ὀξυρυγχιτῶν πόλεως τῇ εὐγενεστάτῃ Νου…ι θυγατρὶ τοῦ μακαρίου Παπνουθίου ἀπὸ τῆς αὐτῆς πόλεως χαίρειν. ἑκουσίως ἐπιδέχομαι μισθώσασθαι ἀπὸ νεομηνίας τοῦ παρόντος μηνὸς Χοιὰκ τοῦ ἐνεστῶτος ἔτους σλη σζ τῆς παρούσης δεκάτης ἰνδικτίωνος ἀπὸ τῶν ὑπαρχόντων σοι ἀπὸ οἰκίας νευούσης ἐπʼ ἀπηλιώτου τῆς πόλεως ἐπʼ ἀμφόδου Ἄνω Ἀχιλλίδος ὁλόκληρον ἐξέδραν νεύουσαν ἐπὶ βορρᾶ μετὰ παντὸς αὐτῆς τοῦ δικαίου καὶ χρηστηρίων πάντων ἐξ ὅλης τῆς οἰκίας καὶ τελέσω …ὑπὲρ οἰκίας καθʼ ἕκαστον ἐνιαυτὸν κεράτια δέκα νομιτευόμενα γίνονται κεράτια ι νομιτευόμενα, ὅπερ ἐνοίκιον ἀποδώσω σοι κατʼ ἔτος διʼ ἑξαμήνου τὸ ἥμισυ, καὶ ὁπόταν βουληθείης ὁμολογῶ τὴν νομὴν τῆς αὐτῆς ἐξέδρας παραδοῦναί σοι ὡς καὶ παρείληφα. κυρία ἡ μίσθωσις ἁπλῆ γραφεῖσα καὶ ἐπερωτηθεῖσα ὡμολόγησα. Αὐρηλία Φιλόξενα θυγάτηρ Ἰωσὴφ στοιχεῖ μοι αὕτη ἡ μίσθωσις ὡς πρόκειται. Δανιὴλ ἔγραψα ὑπὲρ αὐτῆς ἀγραμμάτου οὔσης. di emu Danieliu eteliothe μίσθωσις Φιλοξένας θυγατρὸς Ἰωσὴφ ἀπὸ τῆς Ὀξυρυγχιτῶν λόγῳ ἐνοικίου κερατίων ι νομιτευομένων.