Ancient Greek
P.Wisc. 2 52
Documentary Papyri, P.Wisc. 2 52
Not analysed yet
ἔτους ἐννεακαιδεκάτου Τιβερίου Καίσαρος Σεβαστοῦ Φαῶφι ζ ἐν Καρανίδι τῆς Ἡρακλείδου μερίδος τοῦ Ἀρσινοίτου νομοῦ. ἐμίσθωσεν Εὔφρανις ……ου ὡς ἐτῶν τριακονταδύο ἄσημος ὁ προεστὼς τῶν τῆς …αυτ… …μητρὸς Θερμουθαρίου τῆς Διονυσίου …υτ… Πέρσῃ τῆς ἐπιγονῆς ὡς ἐτῶν τριακονταοκτὼ οὐλὴ ἀντίχειρι ἀριστερῶι ἀπὸ τῶν σιτικῶν περὶ Καρανίδα τῆς Θερμουθαρίου ἐδαφῶν τὰς ἐν μίᾳ σφραγίδι …ωρ… ἐκ τοῦ Ψεναμούνιος τοῦ Ἑριέως κλήρου ἀρουρῶν ὀκτὼ …ι …ωι ……εἰς ἔτη τρία ἀπὸ τοῦ ἐνεστῶτος ἐννεακαιδεκάτου ἔτους Τιβερίου Καίσαρος ἐκφορίου τοῦ παντὸς κατʼ ἔτος ἑκάστης ἀρούρης σὺν ἧι λήμψεται παρʼ αὐτοῦ σπέρματα πυροῦ ἀρτάβῃ μίᾳ πυροῦ ἀρταβῶν τεσσαράκοντα μέτρῳ ἑξαχοινίκωι ἑρμηνέως Καρανίδος καὶ θαλλῶν κατʼ ἔτος ἄρτων ἡμιαρτάβιον ἀνυπολόγων καὶ ἀκινδύνων. μὴ ἐξέστω τῶι μεμισθωμένῳ ἐντὸς τοῦ ὡρισμένου χρόνου προλιπεῖν τὴν μίσθωσιν ἀλλὰ καὶ τὰ κατʼ ἔτος ἔργα πάντα καὶ τοὺς τῶν ἀρουρῶν χωματισμοὺς καὶ ποτισμοὺς καὶ ὑποσχισμοὺς καὶ βοτανισμοὺς καὶ τὴν ἄλλην γεωργικὴν ὑπουργίαν πᾶσαν ἐπιτελείτω ……υτι…ται… τὸ τρίτον μέρος τῶν ἀρουρῶν τῶι ἁρμόζοντι ἀναπαύσεως γένει παρείληφεν ὁ μεμισθωμένος παρὰ τοῦ Εὐφράνιος παραχρῆμα ……ὑπόλημψιν …τωι τῷ προκειμένωι α… ἀποδέδωκεν ὁ μεμισθωμένος τὸ τοῦ πρώτου ἔτους …κει… τὸ δὲ λοιπὸν ἐκφόριον ἀποδότω ὁ αὐτὸς μεμισθωμένος κατʼ ἔτος ἐν μηνὶ Παῦνι ……Θερμουθαρίου κ…ωσα εἰ ἐν τινὶ …τ… τὰ προγεγραμμένα καὶ μετὰ τὸν χρόνον παραδότω τὰς ἀρούρας καθαρὰς ἀπὸ θρύου καλάμου ἀγρώστεως δείσης πάσης καὶ τὸ τρίτον μέρος ἀπὸ ἀναπαύματος …πυρο…