Ancient Greek
P.Wisc. 2 53
Documentary Papyri, P.Wisc. 2 53
Not analysed yet
Μάρκος Ἀσκλήπιος ἱππεύς ἄλης Οὐοκοντίων τύρμης Λογγίνου Α…εαν…ωιλο χαίρειν. ὁμολογῶ ἔχειν παρὰ σοῦ ἀφʼ ὧν ὀφείλεις Ἄπρῳ διὰ διπλώματος ὃ ἔχω ἀργυρίου δραχμῶν πεντακοσίων ἐπὶ λόγῳ ἀργυρίου δραχμὰς διακοσίας τεσσαράκοντα, γίνονται δραχμαὶ σμ. ἐν πραισιδίῳ Κόπτου. ἔτους β Νέρωνος Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος Παῶφι ιε.