Ancient Greek
P.Wisc. 2 69
Documentary Papyri, P.Wisc. 2 69
Not analysed yet
Ἀντῶνις Οὐαλεριᾶτι τῇ μητρὶ χαίρειν. ἐρωτηθεὶς περὶ τῶν λωδικίων σοι γράφω ἢ ἔχεις μοι αὐτὰ διὰ Οὐαλερίου καὶ ἐρεῖς αὐτῷ τὴν τιμὴν ὅτι χειμών ἐστιν καὶ διὰ Θερμουθᾶν ὅτι χρείαν ἔχομεν καὶ ἐγὼ αὐτὸς οὐκ ἔχω καὶ ἔγραψα τῇ μητρί μου περὶ ἄλλου ζεύγους ὡς καὶ σοὶ καὶ αὐτῇ. μὴ ἄλλως οὖν ποιήσῃς, μῆτερ, μηδενός σε βλαπτομένου τῆς δαπάνης. ἀσπάζεταί σε Θερμουθᾶς καὶ Οὐαλερᾶν καὶ τὸν πατέρα αὐτῆς καὶ Οὐαλέριον καὶ Διονυσίανκαὶ Δημητρίαν καὶ τοὺς ἐν οἴκῳ πάντας. ἔτους δ Αὐτοκράτορος Νέρουα Τραιανοῦ Σεβαστοῦ Γερμανικείου ζ. ἀπόδος εἰς Φιλαδελφείαν Οὐαλεριᾶτι Σαμβραῦν παρʼ υἱοῦ.