Ancient Greek
P.Wisc. 2 71
Documentary Papyri, P.Wisc. 2 71
Not analysed yet
Πτολεμαῖος Κασσιανῷ τῷ ἀδελφῷ πλεῖστα χαίρειν. πρὸ μὲν πάντων εὔχομαί σε ὑγιαίνειν. ἐκομισάμην κεράμιν ἓν …καὶ ἐπιστολὴν ἐν ᾗ γράφεις σε παραγεγονέναι ἐν τῇ α… ἐδύνου ἐν τῷ αὐτῷ ἀναβῆναι πρὸς ἡμᾶς ἵνα καὶ ἡμεῖς …λογήσομεν. τοῦτο γὰρ ἔχει ἡδέως κατʼ ὄψιν σε ἀσπάσασθαι. ἐὰν βούληταί σε μεθʼ ὑγίας ἄλλοτε ἐπιπαραγενέσθαι παρακαλῶ ἀναβῆναι πρὸς ἐμέ. ἐὰν εὕρω τινὰ τὸν δυνάμενον ἐνέγκαι σοι τὸν χαλκὸν Πρόκλου πέμψω σοι διὰ αὐτοῦ, ἐὰν μή, ἐὰν μὴ ἀλλαγῇ Λογγῖνος, τοῖς ἐμοῖς λόγοις ἐρεῖς αὐτῷ καὶ λήμψῃ παρʼ αὐτοῦ καὶ γράψον μοι διʼ αὐτοῦ καὶ δώσω αὐτῷ ὧδε δραχμὰς τετρακοσίας εἴκοσι τέσσαρας . ἀσπάζου Σαραπιάδα καὶ τὴν μητέρα αὐτῆς καὶ Βαυκαλᾶν καὶ τοὺς παρʼ ὑμῶν πάντας κατʼ ὄνομα. ἐρρῶσθαί σε εὔχομαι, κύριε. Μεχεὶρ ιζ. εἰς Καρανίδα Κασσιανῷ Γεμέλλῳ οὐετρανῷ ἀπὸ Πτολεμαίου ἀδελφοῦ.