Ancient Greek
P.Wisc. 2 73
Documentary Papyri, P.Wisc. 2 73
Not analysed yet
Δίδυμος Ἡφαιστίωνι τῶι κυρίῳ μου ἀδελφῶι χαίρειν. ὡς ὁ κάλλιστος ἡμῶν ἀδελφὸς Φαβάνων σοι γράφει ἁδρῶς ἐχάρημεν καὶ ἑορτὴν ἤξαμεν λαβόντες σου τὸ ἐπιστόλιον. οἱ οὖν ἡμῶν πάντες ἔρρωνται καὶ πλεῖον ἴσχυκαν λαβόντες σου τὰ γράμματα. ἀνόκνως οὖν τοῦτο ποίει εἰδὼς ὅτι ἡ προσδοκία ἡμῶν ἐστιν αὕτη. ἔγραψέ σοι περὶ πάντων Φαβάνων καὶ περὶ τῶν ὀσπριδίων. περὶ τούτου οὐδὲν τετέλεσται. τὴν γὰρ ἀτιμίαν Θέων σοι κατʼ ὄψιν λαλήσει. ταχέως οὖν σπεῦσον, ὡς ἔγραψας, πρὸς ἡμᾶς γενέσθαι. ἀσπάζονταί σε οἱ ἐν οἴκωι πάντες. Θερμούθι χιτῶνα ἀγόρασον. γυμνή ἐστιν. κόμισαι τὴν σύνθεσιν παρὰ Θέωνος τοῦ τιμιωτάτου. ἐρρῶσθαι, κύριε, εὔχομαι, χρηστέ. Ἡφαιστίωνι γραμματεῖ Φιλονίκου στρατηγοῦ Ὀξυρυγχείτου