Ancient Greek
P.Wisc. 2 72
Documentary Papyri, P.Wisc. 2 72
Not analysed yet
Καικίλις Γέμελλος Διδυμαρίῳ τῇ ἀδελφῇ καὶ κυρίᾳ πλεῖστα χαίρειν. πρὸ τῶν ὅλων εὔχομαί σε ὑγιαίνειν μετὰ τῶν ἀβασκάντων σου παιδίων. γιγνώσκειν σε θέλω, ἀδελφή, ὅτι παρεγενάμην εἰς παρεμβολὴν τῇ κ Φαρμοῦθι. κάθοδος δέ μοι εἴη α…της ἐν ἐφ… …λα καὶ με…οκεμα… …μη ἀκούσας περὶ Σαμβαθίου ὅσα καλῶς ἐποίησε ὁ υἱός σου μὴ μετα… …υς σοι Καλάνδαις ὑπὲρ ὃ δέον ἤκουσε. καλῶς ποιήσῃς, ἀδελφή, ἐὰν περισεύωνται σοι ἐλαίαι πέμψον μοι διὰ τοῦ υἱοῦ σου, ἐὰν ἔρχηται, εἰ δὲ μή, ἀγόρασόν μοι τῆς τιμῆς. ἐρωτῶ δέ σε, ἀδελφή, γράψον μοι ἐν τάχει περὶ τῆς σωτηρίαςσου καὶ τῶν τέκνων σου. ἄσπασαι πάντας τοὺς σοῦς καὶ τοὺς ἐν τῷ οἴκῳ σου πάντας. ἐρρῶσθαί σε εὔχομαι. …