Ancient Greek
P.Worp 29
Documentary Papyri, P.Worp 29
Not analysed yet
……ξ… ἓξ καὶ σταχύων δέματα τριάκοντα. ἡ μίσθωσις κυρία καὶ βεβαία καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος Μα…τος Π… ὁ προκείμενος μεμίσθωμαι ὡς πρόκειται. Αὐρήλιος Ἰωάννης Καλλινίκου ἀπὸ Ἑρμοῦ πόλεως ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος. Αὐρήλιος Βίκτωρ Φοιβάμμωνος ἀπὸ Ἑρμοῦ πόλεως μαρτυρῶ τῇ μισθώσει ἀκούσας παρὰ τοῦ θεμένου. Αὐρήλιος Καλλίνικος Κολλούθου ἀπὸ Ἑρμοῦ πόλεως μαρτυρῶ τῇ μισθώσει ἀκούσας παρὰ τοῦ θεμένου. Αὐρήλιος Ἀπολλ Φοιβάμμωνος ἀπὸ Ἑρμοῦ πόλεως μαρτυρῶ τῇ μισθώσει ἀκούσας παρὰ τοῦ θεμένου. θεὸς βοηθός δι’ ἐμοῦ Καλλινίκου ἐγράφη διὰ Γεωργίου ἀδελφοῦ κύριε βοήθει