Ancient Greek
P.Worp 30
Documentary Papyri, P.Worp 30
Not analysed yet
……ἀποδώσω σοι τα…το… …παρὰ κεράτια δώδεκα, ἑτοίμως ἔχω παρασχεῖν σοι χρυσοῦ νομισμάτια τρία παρὰ κεράτια …με τὴν προθεσμίαν, ὑποκειμένων σοι εἰς τοῦτο πάντων μου τῶν ὑπαρχόντων καὶ ὑπαρξόντων πραγμάτων καθάπερ ἐκ δίκης. τὸ γραμμάτειον τοῦτο κύριον καὶ βέβαιον καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος …Παπνουθίου ὁ προκείμενος ἐθέμην τοῦτο τὸ γραμμάτειον ὡς πρόκειται Αὐρήλιος Ἰωάννης …φίου ἀπὸ Ἑρμοῦ πόλεως ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος. Αὐρήλιος Δανιὴλ Ταυρίνου ἀπὸ Ἑρμοῦ πόλεως μαρτυρῶ τῷ γραμματείῳ ἀκούσας παρὰ τοῦ θεμένου. …ὑποδιάκονος ἀπὸ Ἑρμοῦ πόλεως μαρτυρῶ τῷ γραμματείῳ ἀκούσας παρὰ τοῦ θεμένου. δι’ ἐμοῦ Θεοδοσίου σὺν θεῷ συμβολαιογράφου ἐγράφη κύριε βοήθει