Ancient Greek
P.Würzb. 1 4
Documentary Papyri, P.Würzb. 1 4
Not analysed yet
Παγκράτει τῶν ἰσοτίμων τοῖς πρώτοις φίλοις καὶ πρὸς τῆι συντάξει παρʼ Ἀπολλωνίου τοῦ …ατου Μακεδόνος τῶν Κρίτωνος τῆς α ἱππαρχίας ἑκατονταρούρου. Νικάνδρου τοῦ Σιμωνίδου τῶν Ἀσκληπιάδου τῆς η ἱππαρχίας ὀγδοηκονταρούρου τῶν ἐκ τῆς αὐτῆς μοι κώμης Φιλαδελφείας, ἡγησαμένου τῆς συνεστηκυίας ἐμοῦ τε καὶ ἄλλων αἱρέσεως ἐν τῶι …ἔτει καὶ τούτου βουλομένου τὴν αὑτοῦ πρόθεσιν ἐκπληρῶσαι ἐπελθὼν ἐπὶ τὴν οἰκίαν μου ἠνεχύρασε λυχνίαν σιδηρᾶν ἀξίαν χαλκοῦ δραχμῶν Γ πρὸς χαλκοῦ δραχμὰς ρν, ἃς οὐδὲ ὤφειλον, διὰ τὴν αὐτοῦ αὐθάδειαν, διωρθωσάμην ὃ γέγονεν ἐμοὶ ὀφείλημα. ἀπαιτοῦντος τὴν λυχνίαν οὐκ ἀποδέδωκεν ἐν πρ…σηπατε χρυ… …τη…ν πάσης …