Ancient Greek
P.Würzb. 1 5
Documentary Papyri, P.Würzb. 1 5
Not analysed yet
…τῶι καὶ Θέωνι συνγενεῖ καὶ στρατηγῶι παρὰ …τοείου Καμέους τῶν ἀπὸ Θώλθεως τῆς Θμοισεφὼ τοπαρχίας ἁλιέων ποταμίων. τῆι νυκτὶ τῆι εἰς τὴν κγ Θὼτ μηνὸς τοῦ ἐνεστῶτος κβ τοῦ καὶ ζ ἔτους ἐπελθόντες τινὲς κακουργότερον ἐπὶ Ἰσ… πορθμέως ἐν τῆι αὐτῆι Θώλθει οἰκίαν ἀπηνέγκαντό μου ἣν εἶχον ἐνταῦθα ξύστραν ἁλιευτικὴν πρὸς …διὸ ἀξιῶ συντάξαι ἀναζητηθέντας τούς αἰτίους καταστῆναι ἐφʼ ὑμᾶς, ὅπως ἐγὼ μὲν κομίσωμαι τὴν ξύστραν μου οὖσαν ἀξίαν ἀργυρίου δραχμῶν ρν, αὐτοὶ δὲ τύχωσι ὧν προσήκει. εὐτύχει …