Ancient Greek
P.Würzb. 1 6
Documentary Papyri, P.Würzb. 1 6
Not analysed yet
Δημήτριος Τρύφωνος βασιλευόντων Κλεοπάτρας θεᾶς Εὐεργέτιδος καὶ Πτολεμαίου τοῦ ἐπικαλουμένου Ἀλεξάνδρου θεῶν Φιλομητόρων ἔτους πεντεκαιδεκάτου τοῦ καὶ δωδεκάτου, ἐφʼ ἱερέως Ἀλεξάνδρου καὶ τῶν ἄλλων τῶν γραφομένων ἐν Ἀλεξανδρείαι, μηνὸς Λώιου ἕκτηι καὶ εἰκάδι Παῦνι ἕκτηι καὶ εἰκάδι ἐν Θεαδελφείαι τῆς Θεμίστου μερίδος τοῦ Ἀρσινοίτου νομοῦ ὁμολογεῖ Δημήτριος Τρύφωνος Μυσὸς Χαίρωνι τῶι καὶ Μενχεῖ Πασίωνος τοῦ καὶ Πάσιτος καὶ τῶι τούτου υἱῶι Πασίωνι τῶι καὶ Πάσιτι καὶ τῆι τοῦ Χαίρωνος γυναικὶ Φιλουμένηι Ἀπολλωνίου μετὰ κυρίου τοῦ ἀνδρὸς Χαίρωνος τοῦ προγεγραμμένου ἀπέχειν παρʼ αὐτῶν ἃς ὤφειλον αὐτῶι κατὰ συγγραφὴν δανείου ἑξαμάρτυρον πυρῶν ἀρτάβας δέκα δύο σὺν ἡμιολίαι καὶ τὰ τούτων προγεγενημένα διάφορα καὶ μηθὲν ἐγκαλεῖν αὐτοῖς ὑπὲρ τούτων καὶ μὴ ἐξέστω Δημητρίωι μηδὲ τοῖς παρʼ αὐτοῦ μηδʼ ἄλλωι περὶ αὐτοῦ μηθενὶ ἐπελθεῖν ἐπὶ Χαίρωνα μηδʼ ἐπὶ Πασίωνα τὸν υἱὸν μηδʼ ἐπὶ Φιλουμένην μηδὲ ἐπὶ τοὺς παρʼ αὐτῶν περὶ τῶν προγεγραμμένων πυροῦ ἀρταβῶν δέκα δύο καὶ τῶν τούτων διαφόρων καὶ τῶν …ν μηδὲ περὶ μέρους αὐτῶν μηδʼ ἐμποιήσασθαι κατὰ μηθένα τρόπον μηδʼ ἄλλου μηθενὸς ἁπλῶς ὀφειλήματος μηδʼ ἐγκλήματος μηδὲ πράγματος ἐγγράπτου ἢ ἀγράπτου τῶν γεγονότων …ιπρος…ε… χρόνων ἕως τῆς ἐν τῆιδε τῆι ὁμολογίαι γεγραμμένης ἡμέρας. ἐὰν δʼ ἐπέλθηι ἢ ἐγκαλέσηι περί τινος …πρ…ι… ἥ τʼ ἔφοδος ἄκυρος ἔστωκαὶ προσαποτεισάτω τοῖς προγεγραμμένοις ἐπίτιμον χαλκοῦ τάλαντα εἴκοσι καὶ τὸ βλάβος καὶ εἰς τὸ βασιλικὸν τὸ ἴσον …. ἡ συγγραφὴ κυρία. μάρτυρες· Ἀπολλώνιος Ἰσχυρίωνος ……εστος, Στάφυλος, Νικόστρατος …ης οἱ ἕξ ,Μακεδόνες ὀγδοηκοντάρουροι. συγγραφοφύλαξ Ἀπολλώνιος. Δημήτριος Τρύφωνος Μυσὸς ὁμολογῶ ἀπέχειν παρὰ Χαίρωνος τοῦ καὶ Μεγχείους καὶ τῆς τούτου γυναικὸς Φιλουμένης καὶ τοῦ τούτου υἱοῦ Πασίωνος τοῦ καὶ Πάσιτος ἃς ὤφειλον κατὰ συγγραφὴν δανείου πυρῶν ἀρτάβας δέκα δύο σὺν ἡμιολίαι …καὶ τὰ τούτων προσγεγενημένα διάφορα καὶ μηθεν ἐγκαλεῖν αὐτοῖς περὶ τούτων μηδʼ ἐπελθεῖν ἐπʼ αὐτοὺς ἐν ……εμον καθʼ ὁντινοῦν τρόπον, καθότι πρόκειται καὶ τέθειμαι τὴν συγγραφὴν κυρίαν παρὰ Ἀπολλωνίωι. ἔγραψεν Δωρίων Ἑρμογένου ἀξιωθεὶς ὑπʼ αὐτοῦ διὰ τὸ μὴ εἰδέναι γράμματα. Ἀπολλώνιος ἔχω κυρίαν. …ἀποχὴ δανείου Δημητρίου Τρύφωνος πρὸς Χαίρωνα καὶ τὸν υἱὸν καὶ …