Ancient Greek
P.Yale 1 32
Documentary Papyri, P.Yale 1 32
Not analysed yet
Λεωδάμας Λαομέδοντι χαίρειν. πορεύθητι οὗ ἂν ἀκούσῃς Λυσίμαχον καὶ ἐπισπούδασον ὅπως ἂν ὁ σῖτος ἐμβληθῆι ὅτι τάχιστα καὶ συνκατάγαγαι μεθʼ αὐτοῦ. εἶπον δὲ αὐτῶι καθάπερ ἔγραψα αὐτῶι ὅπως ἂν ἐμβάληται τὰς ἐλαίας εἰς βίκους ἢ εἰς μώια καὶ πειρᾶσθε ὡς ἀκοπωτάτας καταγαγεῖν καὶ παρὰ Φίλωνος τοῦ Λυσανίου ὑπόμνησον ὅπως ἂν λάβηι τὰς ἐλαίας τὰς καλὰς καθάπερ αὐτῶι ἔγραψα. ἔρρωσο. εἰς τὴν πόλιν Λαομέδοντι παρὰ Λεωδάμαντος