Ancient Greek
P.Yale 1 33
Documentary Papyri, P.Yale 1 33
Not analysed yet
Δείνων Ἁριμούθηι χαίρειν. ἐγράψαμέν σοι πρότερον περὶ τῶν μαχίμων τῶν ὄντων ἐν τοῖς ὑπὸ σὲ τόποις ὅπως ἀποσταλῶσιν μετὰ Βιθελμείνιος τοῦ ἡγεμόνος καθότι γράφει Ἀπολλώνιος ὁ διοικητής, ὡσαύτως δὲ καὶ τοὺς ἐπιγεγραμμένους θεριστὰς κατὰ τὴν δοθεῖσάν σοι γραφήν, ὁρῶντες δέ σε καταραθυμοῦντα ᾤμην δεῖν καὶ νῦν ἐπιστεῖλαί σοι. ὡς ἂν οὖν λάβῃς τὴν ἐπιστολὴν πάντα πάρεργα ποιησάμενος ἀπόστειλον πρὸς ἡμᾶς τοὺς μαχίμους ἤδη, τοὺς δὲ θεριστὰς ὡς ἂν ἑτοίμους ποιήσῃς ἐπίστειλον ἡμῖν. οὐ γὰρ ὡς ἔτυχεν περὶ τούτων τὴν σπουδὴν ποιεῖται ὁ διοικητής. ἔρρωσο. ἔτους λβ Μεχεὶρ ιγ. τοπάρχηι Ἁριμούθηι …τῆς κάτω Μεχὶρ ιδ περὶ μαχίμων καὶ θεριστῶν