Ancient Greek
P.Yale 4 139
Documentary Papyri, P.Yale 4 139
Not analysed yet
κατα… Παυνι ιγ Βοήθωι συγγενεῖ καὶ ἐπιστρατήγωι παρὰ Ἐμετώνιος τοῦ Πετοσίριος ἰσιονόμου τῶν δύο ἐν κώμηι Κολλασούχεως καὶ Τερτονπετεμούνιος Ἰσιείων τοῦ Ἡρακλεοπολίτου. ἀδικοῦμαι ὑπὸ Ζήνωνος τοῦ Ἀπολλωνίου τῶν Μελαγκόμoυ ἱππέων μισθοφόρων τῶν ἐξ Ἡρακλέους πόλεως. ὑπάρχοντος γάρ μοι πρὸς αὐτὸν λογαρίου, περὶ ἧς ἐγεώργησα αὐτοῦ γῆς, καὶ προσοφείλων μοι πρὸς τὸν λόγον πυροῦ ἀρτάβας π οὐχ ὑπομένει ἀποδιδόναι. διὸ ἀξιῶ, ἐὰν φαίνηται, ἀνακαλέσασθαι αὐτὸν καὶ συναναγκάσαι τὰ δίκαιά μοι ποιῆσαι. τούτου δὲ γενομένου τεύξομαι ἀντιλήψεως. εὐτύχει. Εὐφράνορι· ἐὰν μὴ ποιῆι τὰ δίκαια παραχρῆμα καταστῆσαι. ἔτους λγ Παυνι ιγ ἔτους λγ Παυνι ιγ Εὐφράνορι παρὰ Ἐμετώνιος τοῦ Πετοσίριος