Ancient Greek
P.Yale 4 140
Documentary Papyri, P.Yale 4 140
Not analysed yet
Εὐφράνορι προνοηθῆναι ὡς τῶν δικαίων τεύξεται ἔτους λγ Παυνι ιγ Βοήθωι συγγενεῖ καὶ ἐπιστρατήγωι παρὰ Ε… τοῦ Δημητρίου Μακεδόνος τῶν τεταγμένων στρατιωτῶν ἐν τῶι ἐν Ἱερᾶι Νήσωι φρουρίωι. ἠδικημένος οὖν ὑπὸ Πτολεμαίου τοῦ Διοσκουρίδου …τὸ πρότερον τῶν ἐφόδων, νυνὶ δὲ τῶν κατοίκων ἱππέων. τοῦ λβ ἔτους ὄντος αὐτοῦ πρὸς τῆι φρουραρχίαι τοῦ προδεδηλωμένου φρουρίου, καθεσταμένος ὑπὸ Πολεμαίου τοῦ στρατηγήσαντος ὁ ἐγκαλούμενος Πτολεμαῖος φερόμενος τῆι αὐθαδείαι παρέδωκέ με Τηλέφωι τῶν συστρατιωτῶν μου καὶ ἐνέκλεισέν με καὶ αὐτὸς ὁ Πτολεμαῖος καὶ Ζωίλος τις παρ᾿ αὐτοῦ ὅς ἐστιν τῶν ἐφόδων καὶ Ὑρκανὸς τῶν ἐξ Ἀλιλάεως προβατεμπόρων διελθόντες εἰς Τερτονπετεμουν ἐπὶ τὴν ὑπάρχουσάν μοι αὐλὴν ἐξέκρουσάν μου πρόβατα ἐπίποκα η ἃ καὶ ωἴχοντο ἔχοντες ἄξια χαλκοῦ ταλάντων γ. διὸ ἀξιῶ, ἐὰν φαίνηται, συντάξαι γράψαι ὧι καθήκει ἐξαποστεῖλαι τὸν Πτολεμαῖον ἐπὶ σὲ, καὶ ἐὰν ᾖ οἷα γράφω, ἐπαναγκάσαι ἀποδοῦναί μοι τὰ πρόβατα ἢ τὴν τιμήν. τούτου δὲ γενομένου τεύξομαι τῆς παρὰ σοῦ βοηθείας. εὐτύχει Ἱππονίκωι· καταστῆσαι. ἔτους λγ Παυνι ιδ Εὐφράνορι