Ancient Greek
P.Yale 4 146
Documentary Papyri, P.Yale 4 146
Not analysed yet
Βοήθωι συγγενεῖ καὶ ἐπιστρατήγωι παρὰ Ἑρμιόνης τῆς Ἀλεξάνδρου τῶν ἐκ Χνώθεως τοῦ Ἡρακλεοπολίτου. ἀδικοῦμαι ὑπὸ Ἀνδρονίκου καὶ Ἡρακλείδου τῶν τοῦ ἀδελφοῦ τοῦ πατρός μου υἱῶν. τούτων γὰρ ἐπιχειρούντων ἐκκλεῖσαί με ἀπὸ τοῦ ἐπιβάλλοντός μοι μέρους τῶν πατρικῶν ὑπαρχόντων οὐθενὸς δικαίου ἀντεχόμενοι κατεφρόνησαν τῆς ἐμῆς ἀσθενείας. διὸ ἀξιῶ συντάξαι καταστῆσαι αὐτοὺς ἐπὶ σὲ καὶ διαλαβόντα περὶ αὐτῶν ἐκθεῖναί μοι τὸ δίκαιον. εὐτύχει. …Εὐφράνορι· ἐὰν μὴ ποιῶσιν τὰ δίκαια, παραχρῆμα καταστῆσαι. ἔτους λγ Παυνι ιε. Δημάρχωι· ἐὰν μὴ ποιῶσιν τὸ δίκαιον, καταστῆσαι. ιϛ. Ἑρμιόνης τῆς Εὐφράνορι Ἀλεξάνδρου