Ancient Greek
P.Yale 4 147
Documentary Papyri, P.Yale 4 147
Not analysed yet
…Βοήθωι συγγενεῖ καὶ ἐπιστρατήγωι παρὰ Ἑρμιόνης τῆς Λυσιμάχου. ἀδικοῦμαι ὑπὸ Πέρσου τοῦ Ἀπολλωνίου τοῦ καὶ Πε… τῶν κατοικούντων ἐν Ἡρακλέους πόλει. τοῦ γὰρ ἀνδρός μου Στράτωνος ἱππάρχου ἐπ᾿ ἀνδρῶν τῶν ἐξ Ἡρακλέους πόλεως δανείσαντος τῶι Πέρσηι πυρῶν ἀρτάβας …κατὰ συγγραφὴν δανείου ἑξαμάρτυρον γενομένην διὰ τοῦ ἐν τῆι προκειμένηι πόλει ἀγορανομείου ἐν τῶι …ἔτους ὥστε καὶ ἀποδοῦναι τῶι Στράτωνι ἢ τοῖς παρ᾿ αὐτοῦ τὸ δάνειον ἐν μηνὶ Ἀπελλαίωι καὶ Παυνι τοῦ …ἔτους ἢ ἀποτίνειν αὐτὸν τιμήν, ἧς ἂν ἀρτάβης μὴ ἀποδῶι χαλκοῦ νομίσματος τάλαντα …ἢ ἧς ἂν πωλῆται ἐν τῆι ⸌ἐν⸍ Ἡρακλέους πόλει ἀγορᾶι, συνέβη τὸν Στράτωνα …διαθέσθαι ἐμοί τε καὶ τοῖς ἐμοῖς τέκνοις κατὰ διαθήκην δι᾿ ἧς κατέλιπεν ……ος, ἐάν τι πάθηι, τη… …ον… ἐπεὶ οὖν ὁ Πέρσης οὐκ ἀπέδωκε τὰς ἀρτάβας …κατεγνωκὼς τῶι εἶναί με γυναῖκα καὶ τὰ παιδία ὀρφανὰ καὶ διὰ τοῦτο προῆγμαι τὴν ἐπὶ σὲ καταφυγὴν ποιήσασθαι, τὸν πάντων σωτῆρα καὶ βοηθὸν ὑπάρχοντα, διειληφυῖα μάλισθ᾿ οὕτως τεύξεσθαι δὲ τῶν παρὰ σοῦ εὐγνωμόνων, ἀξιῶ μετὰ πάσης δεήσεως μὴ ὑπεριδεῖν με μήτε τὰ παιδία κινδυνεύοντα ἐνδείαι διαφθαρῆναι διὰ τὴν μοχθηρὰν ἐπιβολὴν, ἀλλ᾿ ἐπιστεῖλαι ὧι καθήκει καταστῆσαι ἐπὶ σὲ τὸν Πέρσην καὶ ἐπαναγκάσαι αὐτὸν ἀποδοῦναί μοι τὰς ἀρτάβας …. τούτου δὲ γενομένου ἔσομαι τετευχυῖα τῆς παρὰ σοῦ βοηθείας. εὐτύχει. ἀπέσταλκα δὲ Μενέστρατον …ἐπιδώσοντα τὸ ὑπόμνημα, ἵνα χρηματισμὸν ἀνακομίσηι. Εὐφράνορι· ἐὰν μὴ ποιῆι …καταστῆσαι. ἔτους λγ …ἔτους λγ Παυνι ιζ Εὐφράνορι Ἑρμιόνης τῆς Λυσιμάχου