Ancient Greek
P.Yale 4 148
Documentary Papyri, P.Yale 4 148
Not analysed yet
ἐλήφθη ἔτους λγ Παυνι κη̅ Βοήθωι συγγενεῖ καὶ ἐπιστρατήγωι παρὰ Ἑριεῦτος τῆς …τῶν ἐξ ετ… χηνοβοσκοῦ …ελουϲ …φ… κατὰ Κoμα τοῦ Ἡρακλεοπολίτου. ἐνεστώσης …ἡμῖν καταστάσεως ἐπ᾿ Εὐφράνορος τοῦ στρατηγοῦ πρὸς Ἡλιόδωρον ἀθλητὴν τῶν ἐκ τῆς αὐτῆς οὐκ ἀπὸ τοῦ βελτίστου ἀναστρεφομένων περὶ οἰκίας καὶ ὧν παρεθέμεθα ἕκαστος συγγραφῶν κατεσφραγισμένων ὑπὸ τοῦ Εὐφράνορος μέχρι τοῦ ἀπὸ τῆς χρείας ἐλθόντα διεξαγαγεῖν, ὁ Ἡλιόδωρος νομίσας καιρὸν εὐφυῆ ἔχειν προδιηρπακώς μου εἰς χαλκοῦ λόγον τάλαντα γ περισπᾷ με οὖσαν …υτων πρὸς ἀλήθειάν σοι ……με οὖσαν …τῶν συγγραφῶν κατεσφραγισμένων ὑπὸ τοῦ Εὐφράνορος οὐκ ἐνδέχεται. …ἕως ἂν παραγένηται ἀξιῶ οὖν μετὰ πάσης δεήσεως, ἐὰν φαίνηται, ἐπεὶ …ἐνέστηκε, συντάξαι γράψαι. Εὐφράνορι διεξαγαγόντα τὰ κατ᾿ ἐμὲ παραχρῆμα ἀνενεγκεῖν σοι τὰ συγκεκριμένα, ὅπως μὴ προφασίζηται ὁ Ἡλιόδωρος, ἀλλὰ τυχῶμεν διὰ σὲ βοηθείας. εὐτύχει. …Εὐφράνορι· προνοηθῆναι …ὡς παραχρῆμα τεύξεται …τῶν δικαίων. …ἔτους λγ Παυνι κζ.