Ancient Greek
P.Zen.Pestm. 24
Documentary Papyri, P.Zen.Pestm. 24
Not analysed yet
Ἀμύντας Ζήνωνι χαίρειν. γίνωσκε ὅτι ὁ μάγειρος, ὃν ὑμεῖς ἐπρίασθε, …λαβὼν χαλκοῦ δραχμὰς π, ὥστε εἰς χόρτασμα τοῖς ἵπποις, ἀποδέδρακεν, συνήντηκε δέ τισιν περὶ Ἀθλῖβιν, ὃς καί ἐστιν παρὰ τοῖς Καππάδοξιν τοῖς ἐκεῖ σταθμὸν ἔχουσιν. καλῶς ἂν οὖν ποιήσαις τοῖς τε παισὶ πᾶσι διαγγείλας καὶ γράψας πρὸς οὓς ἂν ὑπολαμβάνηις χρήσιμον εἶναι, ἵνα, ὡς ἂν οἱ παρʼ ἡμῶν ἐπιλαμβάνωνται αὐτοῦ, συναντιλάβωνταί τε τοῦ κατασταθῆναι αὐτὸν πρὸς ὑμᾶς. ἔρρωσο. ἔτους κη …Ζήνωνι. ἔτους κη Δύστρου η, ἐν Μένδητι. Ἀμύντας περὶ τοῦ μαγείρου τοῦ ἀποδράντος.