Ancient Greek
P.Zen.Pestm. 25
Documentary Papyri, P.Zen.Pestm. 25
Not analysed yet
Ἀπολλώνιος Ζήνωνι χαίρειν. τὸ ἔλαιον τὸ παραγεγενημένον ἡμῖν ἐξ οἴκου κατ… εἰς Ἐμπόριον ἐξελοῦ καὶ λαβὼν παρʼ Ἡγήμονος ἀπόστασιν ὅ τι ἀσφαλεστάτην κατάστησον τῶν παίδων τοὺς τηρήσοντας ἕως ἂν παραγενόμενοι προσαγάγωμεν οἰκονομίαν. ἔρρωσο. ἔτους κθ Δαισίου η, Παχὼν …Ζήνωνι. Ἀπολλώνιος περὶ τοῦ παραγεγονότος ἐλαίου ἐξ οἴκου. ἔτους κθ Δαισίου ι, ἐν Ἀλεξανδρείαι.