Ancient Greek
P.Zen.Pestm. 27
Documentary Papyri, P.Zen.Pestm. 27
Not analysed yet
Ἀπολλώνιος Ζήνωνι χαίρειν. ἀπέσταλκά σοι τῆς πρὸς Νικήρατον ἐπιστολῆς τὰ ἀντίγραφα. ὡς ἂν οὖν καταχθῆι τὰ ξύλα εἰς τὴν …,παραγενοῦ καὶ σύνταξον παρακομίσαι διὰ τῆς διώρυγος εἰς Φιλαδέλφειαν, καὶ τοῦτο ἐπιμελῶς γενέσθω. ἔρρωσο. ἔτους λβ Ὑπερβερεταίου κε, Φαῶφι κε. Νικηράτωι. τὰ ξύλα τὰ ἠγορασμένα ἡμῖν διὰ Φανήσιος συντετάχαμεν ἐμβαλομένους εἰς πλοῖα ἀποστεῖλαι πρὸς σέ. ὡς ἂν παραγένηται σύνταξον ἐξελέσθαι καὶ ἐπιμελές σοι γενέσθω ἵνα διατηρηθῆι· συντετάχαμεν γὰρ Ζήνωνι διὰ τῆς διώρυγος παρακομίσαι εἰς Φιλαδέλφειαν. ἔρρωσο. Ζήνωνι.