Ancient Greek
P.Zen.Pestm. 28
Documentary Papyri, P.Zen.Pestm. 28
Not analysed yet
Ἀπολλώνιος Ζήνωνι χαίρειν. ὡς ἂν παραγένηται Ἀντίκριτος, τήν τε κώμην πᾶσαν δεῖξον αὐτῶι καὶ τὸν τόπον οὗ μέλλομεν οἰκοδομεῖν τὸ ἱερὸν τοῦ βασιλέως καὶ τῆς Φιλαδέλφου θεῶν Ἀδελφῶν καὶ τὸν δρόμον καὶ τὸ ἄλσος. δεῖξον δὲ αὐτῶι καὶ τὰ περιχώματα καὶ τ… τῆς δωρεᾶς μου, καὶ ἐμφάνισον ὅτι νεωστὶ ἤργμεθα τὴν κώμην κτίζειν. ἔρρωσο. …Ζήνωνι.