Ancient Greek
P.Zen.Pestm. 29
Documentary Papyri, P.Zen.Pestm. 29
Not analysed yet
Ἀθηνόδοτος Ζήνωνι χαίρειν. μὴ θαυμάσηις ὅτι οὐκ ἐνετύχομεν. Ζωίλωι γὰρ ταξάμενοι ὥς ποτε αὐτῶι ἐδόκει καὶ συνθέμενος ἡμῖν ἐντυχεῖν περὶ τῆς ἀφέσεως παρῆλκεν ἕως ἀνεζεύξατε. ἠνάγκασεν οὖν ἡμᾶς ἀναπλεῦσαι εἰς τὴν Λίμνην. διὸ οὐκ ἠδυνάμεθα συνκαταπλεῦσαι ὑμῖν. δέομαι οὖν σου, ἀξιῶν καὶ Διονυσοδώρου ἕνεκεν τοῦ οἰκείου τοῦ συστήσαντος, καὶ ἡμῶν δὲ αὐτῶν ἴσως γάρ που καὶ ἡμεῖς πού σοι χρήσιμοι ἐσόμεσθα σωθέντες γράψαι φιλότιμον ἐπιστολὴν πρὸς Ζωίλον, ἵνα ἡμᾶς ἀφῆι· ἐσμὲν γὰρ πρεσβύτεροι καὶ ἀδύνατοι. τὰ δὲ καθʼ ἡμᾶς ἀναγγελεῖ σοι Φιλίσκος ἕως ἂν οὖν σοι φαίνηται τὴν ταχίστην ἀποφῆναι αὐτῶι. ἔρρωσο. ἔτους κη Τῦβι …. Ζήνωνι. Ἀθηνοδότου. ἔτους κη Αὐδαίου λ, ἐν τῶι Βερενίκης ὅρμωι.