Ancient Greek
P.Zen.Pestm. 31
Documentary Papyri, P.Zen.Pestm. 31
Not analysed yet
Δωρίων Ζήνωνι χαίρειν. ἐπυθόμεθα ἀφʼ οὗ χρόνου κεῖται τὰ διὰ Χάρμου ἐνέχυρα ποτηρίδια καὶ κοσμάρια· ἔστιν τὸ κεφάλαιον ἀργυρίου δραχμαὶ χ καὶ τόκος ἑκάστης μνᾶς ἀργυρίου δραχμαὶ …. ὁ δὲ χρόνος ἔτη β καὶ μῆνες ια. ὁμοίως δὲ καὶ τὰ ἕτερα· τὸ κεφάλαιον ἀργυρίου δραχμαὶ ϡ, ἀφʼ ὧν παρὰ Πετάλιος ἐν πόλει ἀργυρίου δραχμαὶ χ καὶ ἐν Μέμφει Κάλλωνι ἀργυρίου δραχμαὶ τ γίνονται ἀργυρίου δραχμαὶ ϡ· ὁ δὲ χρόνος ἐνιαυτὸς καὶ μῆνες ε. περὶ δὲ τῶν ϡ δραχμῶν τοῦ τόκου μὴ φρόντιζε, ἀλλʼ ὡς ἄν σοι φαίνηται, οὕτως ποίει. καλῶς δὲ ποιήσεις καὶ παρὰ Σωστράτου ἀργυρίου δραχμὰς λβ ἃς ἔχω διὰ τραπέζης ὑπὲρ Διονυσίου φροντίσας ὅπως ἀποσταλῇ μοι. συνέθηκε δὲ τάλαντον α ἀποδόσθαι ἐν Μέμφει, ὃ συνέταξεν δοῦναι εἰς τὰ ὀψώνια Πάιτι καὶ Φαλοῦτι καὶ ἄλλα τάλαντα β γίνεται τάλαντα γ. ἔγραψε δέ μοι πρὸς Θράσωνα ἐπιστόλιον ὑπολογῆσαι ὧν τὴν τιμὴν οὐθεὶς δέδωκεν. ἔρρωσο. ἔτους λϛ Μεχεὶρ β. Ζήνωνι. ἔτους λϛ Μεχεὶρ ιβ. Δωρίων ποτηριδίων, Σωστράτου ἀργυρίου δραχμὰς λβ.