Ancient Greek
P.Zen.Pestm. 32
Documentary Papyri, P.Zen.Pestm. 32
Not analysed yet
Ἡλιόδωρος Ζήνωνι χαίρειν. ἔγραψεν ἡμῖν Ἀπολλώνιος τὸν προσοφειλόμενον σῖτον Μηδείωι εκτ… τα μετρῆσαί σοι ἵνα διαθῆι. καλῶς οὖν ποιήσεις καταμετρησάμενος αὐτὸν ἐν Πτολεμαίδι …του παρʼ ἡμῶν. καὶ τοῦτο ποιήσας ἐν τάχει χαριεῖ ἡμῖν. ἔστι δὲ τὸ πλῆθος πυρῶν ἀρτάβαι Γσπδ, κριθῶν ἀρτάβαι Βχνγ. ἀπέσταλκα δέ σοι καὶ τὴν παρʼ Ἀπολλωνίου ἐπιστολὴν περὶ τούτων. ἔρρωσο. ἔτους κζ Αὐδναίου κε. Ζήνωνι. …ου Ἀπολλωνίου. ἔτους κζ Περιτίου ιθ ἐν Κυδίσωι.