Ancient Greek
Pap.Agon. 10
Documentary Papyri, Pap.Agon. 10
Not analysed yet
Αὐρηλίῳ …τῷ καὶ Ἱερ… διέποντι στρατηγίαν Ὀξυρυγχίτου παρὰ Μάρκου Αὐρηλίου Σαραπίωνος Πατερμουθίου ἀπὸ τῆς λαμπρᾶς καὶ λαμπροτάτης Ὀξυρυγχιτῶν πόλεως καπιτωλιονίκου. ἐπεὶ τῆς ἐν βίῳ δόξης μετείληφα νικήσας ἐν τῷ εὐτυχῶς ἐπιτελεσθέντι ἐν τῇ Ἀντινοέων λαμπροτάτῃ πόλει ὑπὲρ νίκης καὶ ἀιδίου κράτους τοῦ κυρίου ἡμῶν αὐτοκράτορος Τακίτου Σεβαστοῦ ἱερῷ εἰσελαστικῷ οἰκουμενικῷ Φιλαδελφείῳ Ἀντινοείῳ γ πενταετηρικῷ Καπιτωλιακῷ ἀγῶνι τὸ τῶν συνωρίδων ἀγώνισμα καὶ ἐπὶ τῷ στεφάνῳ τὰ συνήθη ἀποκρίματα κομισάμενος εἰσήλασα ἐνταῦθα, ἐκ δὲ τούτου ἀτέλειαν καὶ ἀλιτουργησίαν πάντῃ ἐσχηκὼς κατὰ τοὺς τῶν ἀγώνων θεσμοὺς ἠπείχθην τὴν τῶνδε τῶν βιβλιδίων ἐπίδοσιν ποιήσασθαι ἀξιῶν διʼ ἑνὸς τῶν περὶ σὲ ὑπηρετῶν …μεταδοθῆναι …