Ancient Greek
Pap.Agon. 9
Documentary Papyri, Pap.Agon. 9
Not analysed yet
…Ὀξυρυγχιτῶν ἄρχουσι βουλῇ τοῖς φιλτάτοις χαίρειν. γεινώσκετε …Μᾶρκον Αὐρήλιον Στέφανον Ἀχιλλέως ἐν τῷ ἀγομένῳ …ὑπὲρ νίκης καὶ αἰωνίου διαμονῆς τῶν κυρίων ἡμῶν Αὐρηλιανοῦ Σεβαστοῦ καὶ Οὐαβαλλάθου Ἀθηνοδώρου τοῦ λαμπροτάτου βασιλέως Αὐτοκράτορος στρατηγοῦ Ῥωμαίων β πενταετηρικῷ ἱερῷ εἰσελαστικῷ οἰκουμενικῷ σκηνικῷ γυμνικῷ ἱππικῷ Ἀντινοείῳ Ἁδριανειῷ Φιλαδελφείῳ ἀγῶνι τῶν λαμπροτάτων Καπιτωλίων ἐνδόξως καὶ ἐπιφανῶς ἀγονισάμενον νενικηκέναι τὸ ἀγώνισμα τοῦ Δακικοῦ ἅρματος καὶ ἀνηγορευκέναι τὴν πατρίδα ὑμῶν. ἐπιστέλλομεν οὖν ὑμῖν φίλτατοι, ἵνʼ εἰδῆτε καὶ ἐξοδιάσητε πάντα τὰ ἐπὶ τῷ στεφάνῳ ὀφειλόμενα γέρα ἀκολούθως τοῖς διηγορευμένοις. ἐρρῶσθαι ὑμᾶς εὐχόμεθα, φίλτατοι. ἔτους β Αὐτοκράτορος Καίσαρος Λουκίου Δομιτίου Αὐρηλιανοῦ Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ καὶ ἔτους ε Ἰουλίου Αὐρηλίου Σεπτιμίου Οὐαβαλλάθου Ἀθηνοδώρου τοῦ λαμπροτάτου βασιλέως ὑπάτου αὐτοκράτορος στρατηγοῦ Ῥωμαίων Τῦβι ιθ. ἀνεγνώσθησαν ἐν τῷ θεάτρῳ τωα…ε…λ… …ἄρχουσι βουλῇ.