Ancient Greek
4.15 to 4.30
Documentary Papyri, Pap.Agon. 4.15-30
Not analysed yet
οἱ ἀπὸ τῆς οἰκουμένης περὶ τὸν Διόνυσον καὶ Αὐτοκράτορα Καίσαρα Πούπλιον Λικίννιον Γαλλιηνὸν Γερμανικὸν Μέγιστον Εὐσεβῆ Εὐτυχῆ Σεβαστὸν νέον Διόνυσον τεχνῖται τοῖς περὶ τὸν Διόνυσον τεχνίταις ἱερονίκαις στεφανίταις καὶ τοῖς τούτων συναγωνισταῖς χαίρειν· γεινώσκετε καταταγέντα εἰς τὴν ἱερὰν μουσικὴν οἰκουμενικὴν περιπολιστικὴν Γαλλιηνὴν μεγάλην σύνοδον Μᾶρκον Αὐρήλιον Σερῆνον Σερήνου Ὀξυρυγχίτην ἀρχιερέα τοῦ ρλε ἱεροῦ εἰσελαστικοῦ οἰκουμενικοῦ ἰσολυμπίου ἀγῶνος τῶν μεγάλων Ἀντινοείων καὶ ἀποδεδωκότα τὸ κατὰ τὸν νόμον βασιλικὸν ἐντάγιον ἐν Ἀττικαῖς σν καὶ τὰ εἰς τὰς τιμὰς τῶν Σεβαστῶν ἱερὰ τελέσματα πάντα. ἐγράψαμεν ὑμῖν ἵνʼ εἰδῆτε. ἔρρωσθε. ἐτελέσθη ἐν τῇ λαμπρᾷ Ἀντινοέων νέων Ἑλλήνων πόλει ἀγῶνος ἀγομένου ρλε ἱεροῦ εἰσελαστικοῦ οἰκουμενικοῦ ἰσολυμπίου τῶν μεγάλων Ἀντινοείων ἐπὶ ὑπάτων Αὐτοκράτορος Καίσαρος Πουπλίου Λικιννίου Γαλλιηνοῦ Γερμανικοῦ Μεγίστου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ τὸ ϛ καὶ …Σατορνείνου, πρὸ ε εἰδῶν Φεβραρείων τοῦ ἐνεστῶτος ἔτους ια ἐπὶ ἀρχόντων τῆς ἱερᾶς μουσικῆς συνόδου ἄρχοντος πρώτου Μάρκου Αὐρηλίου …γου τοῦ καὶ Ἀντινόου ἱερονίκου ὀλυμπιονίκου πλειστονίκου παραδόξου, ἄρχοντος γραμματέως Μάρκου Αὐρηλίου …Λεοντοπολίτου σαλπικτοῦ πλειστονίκου παραδόξου, νομοδεικτοῦντος Τίτου Αἰλίου Ἀγαθοῦ Δαίμονος Ἀλεξανδρέως ἱερονίκου ὀλυμπιονίκου β ἀκτιονίκου παραδόξου. Μᾶρκος Αὐρήλιος …γος ὁ καὶ Ἀντίνοος Ἀντινοεὺς ἱερονίκης ὀλυμπιονίκης πλειστονίκης παράδοξος …ἀντάρχων πρῶτος τῆς ἱερᾶς μουσικῆς οἰκουμενικῆς περιπολιστικῆς Γαλλιηνῆς μεγάλης συνόδου ὑπέγραψα καὶ ἐσφράγισα καταταγέντι ἐπʼ ἐμοῦ ἐν τῇ λαμπρᾷ Ἀντινοέων νέων Ἑλλήνων πόλει, ἀγῶνος ἀγομένου ρλε ἱεροῦ εἰσελαστικοῦ οἰκουμενικοῦ ἰσολυμπίου τῶν μεγάλων Ἀντινοείων Μάρκῳ Αὐρηλίῳ Σερήνῳ Σερήνου ἐπικεκλημένῳ Πτολεμαίῳ ἀρχιερεῖ Ὀξυρυγχίτῃ καὶ ἀποδεδωκότι τὸ κατὰ τὸν νόμον βασιλικὸν ἐντάγιον ἐν Ἀττικαῖς σν καὶ τὰ εἰς τὰς τιμὰς τῶν Σεβαστῶν ἱερὰ τελέσματα. Μᾶρκος Αὐρήλιος …ων Ἀνουβίωνος Λεοντοπολίτης σαλπικτὴς παράδοξος, ἄρχων γραμματεὺς τῆς ἱερᾶς μουσικῆς περιπολιστικῆς οἰκουμενικῆς Γαλλιηνῆς μεγάλης συνόδου ὑπέγραψα καὶ ἐσφράγισα καταταγέντι ἐπʼ ἐμοῦ ἐν τῇ λαμπρᾷ Ἀντινοέων νέων Ἑλλήνων πόλει, ἀγῶνος ἀγομένου ρλε ἱεροῦ εἰσελαστικοῦ οἰκουμενικοῦ ἰσολυμπίου τῶν μεγάλων Ἀντινοείων Μάρκῳ Αὐρηλίῳ Σερήνῳ Σερήνου Ὀξυρυγχίτῃ ἀρχιερεῖ καὶ ἀποδεδωκότι τὸ κατὰ τὸν νόμον βασιλικὸν ἐντάγιον ἐν Ἀττικαῖς σν καὶ τὰ εἰς τὰς τιμὰς τῶν Σεβαστῶν ἱερὰ τελέσματα. Τίτος Αἴλιος Ἀγαθὸς Δαίμων Ἀλεξανδρεὺς ἱερονίκης ὀλυμπιονίκης β ἀκτιονίκης πλειστονίκης παράδοξος, ἄρχων νομοδείκτης τῆς ἱερᾶς μουσικῆς οἰκουμενικῆς περιπολιστικῆς Γαλλιηνῆς μεγάλης συνόδου ὑπέγραψα καὶ ἐσφράγισα καταταγέντι ἐπʼ ἐμοῦ ἐν τῇ λαμπρᾷ Ἀντινοέων νέων Ἑλλήνων πόλει ἀγῶνος ἀγομένου ρλε ἱεροῦ εἰσελαστικοῦ οἰκουμενικοῦ ἰσολυμπίου τῶν μεγάλων Ἀντινοείων Μάρκῳ Αὐρηλίῳ Σερήνῳ Σερήνου Ὀξυρυγχίτῃ ἀρχιερεῖ καὶ ἀποδεδωκότι τὸ κατὰ τὸν νόμον βασιλικὸν ἐντάγιον. Μᾶρκος Αὐρήλιος …