Ancient Greek
4.31 to 4.47
Documentary Papyri, Pap.Agon. 4.31-47
Not analysed yet
τιανὸς Ἀντινοεὺς ἱερονίκης ἁδριανιονίκης μυστιονίκης ὀλυμπιονίκης πλειστονίκης παράδοξος διοικῶν τὸν ἀγῶνα ἐκ θείας δωρεᾶς ἐτέλεσα τὴν διπλῆν τοῦ ρλε ἱεροῦ εἰσελαστικοῦ οἰκουμενικοῦ ἰσολυμπίου ἀγῶνος τῶν μεγάλων Ἀντινοείων. ψήφισμα τῆς ἱερᾶς μουσικῆς Γαλλιηνῆς περιπολιστικῆς οἰκουμενικῆς μεγάλης συνόδου τῶν περὶ τὸν Διόνυσον τεχνιτῶν ἱερονικῶν στεφανιτῶν καὶ τῶν τούτων συναγωνιστῶν τῶν ἀφιγμένων ἐν ταύτῃ τῇ λαμπρᾷ Ἀντινοέων νέων Ἑλλήνων πόλει. ἃ ἔδοξεν παραβληθῆναι …τῷ συλλόγῳ καὶ κατασημανθὲν τῇ ἱερᾷ τοῦ καθηγεμόνος ἡμῶν Διονύσου σφραγῖδι …ας εἰδέναι ἀναδοθῆναι τῇ κρατίστῃ βουλῇ καὶ τῷ λογίμῳ δήμῳ τῆς Ὀξυρυγχιτῶν πόλεως. εἰσηγησαμένου Μάρκου Αὐρηλίου ……παραδόξου, ἐπιψηφισαμένου …σαλπικτοῦ ἱερονίκου ὀλυμπιονίκου πλειστονίκου παραδόξου ……ὀλυμπιονίκου πλειστονίκου παραδόξου …Μάρκου Αὐρηλίου Σερήνου Σερήνου ἐπικεκλημένου Πτολεμαίου ……τιανὸς Ἀντινοεὺς …ν τῷ ψηφίσματι τοῦ Μάρκου Αὐρηλίου Σερήνου Σερήνου ἐπικεκλημένου Πτολεμαίου ἀρχιερέως τῆς ἱερᾶς μουσικῆς συνόδου τ… τοὺς καθοσιωμένους τῇ θείᾳ τύχῃ τοῦ κυρίου ἡμῶν Αὐτοκράτορος Καίσαρος Πουπλίου Λικιννίου Γαλλιηνοῦ Γερμανικοῦ Μεγίστου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ …ς ἀντὶ τῆς ὑπαρχθείσης ὑπʼ αὐτῶν καθʼ ὑπερβολὴν …ἀνταμείβεσθαι δὲ ταῖς ἴσαις καὶ ὁμοίαις τιμαῖς …φανερὸν ὑμῖν ποιούμενοι τῆς ἱερᾶς μουσικῆς Γαλλιηνῆς οἰκουμενικῆς μεγάλης συνόδου ἀνακεκηρύχθαι ……χρυσῷ στεφάνῳ ἐστεφανῶσθαι …ἀγῶνος ἀγομένου ρλε ἱεροῦ εἰσελαστικοῦ οἰκουμενικοῦ ἰσολυμπίου τῶν μεγάλων Ἀντινοείων Μᾶρκον Αὐρήλιον Σερῆνον Σερήνου ἐπικεκλημένον Πτολεμαῖον Ὀξυρυγχίτην ἀρχιερέα τῆς ἱερᾶς μουσικῆς συνόδου …μεν εἰς τὴν θείαν τύχην τοῦ κυρίου ἡμῶν Αὐτοκράτορος Καίσαρος Γαλλιηνοῦ Σεβαστοῦ …ν καὶ βασιλεύουσαν Ῥώμην γερα…ος συστε…ησατο καὶ μέτοχον τούτων τῶν δικαίων καὶ φιλανθρώπων ……τῶν κατὰ χρόνους αὐτοκρατόρων ἐπὶ τῷ καὶ α… μετὰ τῆς προσηκούσης τιμῆς καὶ ὅποι βούλοιτο τρόπῳ τῆς ὑμετέρας ……τὸ ψήφισμα τήν τε γνώμην ἡμῶν καὶ τὰς θείας διατάξεις ὑμῖν παρεπέμψαμεν ἵνʼ εἰδῆτε καὶ ὑμεῖς τήν τε τοῦ ἀνδρὸς εἰς ἡμᾶς προαίρεσιν καὶ τὴν τῆς ἱερᾶς μουσικῆς συνόδου εἰς τὸν ἄνδρα τιμὴν περὶ τοῦ ἄσυλόν τε εἶναι καὶ προεδρίαν ἔχειν ἀτελῆ τε εἶναι καὶ πάντων τῶν λειτουργιῶν δημοσίων ἀφέσεις ἔχειν κατὰ τὰ περὶ τούτων θείως διηγορευμένα.