Ancient Greek
Pap.Choix 11
Documentary Papyri, Pap.Choix 11
Not analysed yet
Κλαυδίωι Ξενοφῶντι τῷ κρατίστῳ ἐπιστρατήγωι παρὰ Ὀρσενούφεως τοῦ Ὀρσενούφεως ἀπὸ κώμης Τεπτύνεως τῆς Πολέμωνος μερίδος τοῦ Ἀρσινοείτου νομοῦ. κατʼ ἐπήρειαν ἀναδοθεὶς εἰς πρακτορίαν ἀργυρικῶν καὶ κληρωθεὶς ὑπό γε σοῦ ἀπὼν ἠναγκάσθην διὰ τῆς παντελοῦς μου ἀπορίας ἐνκαταλείπειν τὴν ἰδίαν μὴ δυνάμενος ἀντιλαβέσθαι τῆς λειτουργίας μεγίστης οὔσης καὶ ὑπὲρ ἐμὲ καὶ ὑπονοσήσαντα. ὅτι δὲ ἄπορός εἰμι, κύριε, ῥαδίως γʼ ἀποδείξω. τῷ γὰρ ὀγδόῳ ἔτει ἀναδοθεὶς πάλιν κατʼ ἐπήρειαν εἰς πρεσβυτερείαν προσέφερον τῷ τότε διοικητῇ Αὐρηλίῳ Πτολεμαίῳ, παρατιθέμενος αὐτῷ τὴν ἀπορίαν μου, ὃς καὶ ἔγραψεν ἐπιστολὴν τῷ τοῦ νομοῦ στρατηγῶι ἐξετάσαι καὶ ἐὰν αὐτὰ οὕτω ἔχῃ ἀπολῦσαί με, καὶ ἀφείθην ὑπὸ τοῦ στρατηγοῦ. φανεὶς ἐπὶ τῆς ἐξετάσεως, ἀφείθην παντελῶς κατὰ προτεθὲν ὑπʼ αὐτοῦ δημοσίᾳ πρόγραμμα οὕτως ἔχον· Φωκίων στρατηγὸς Ἀρσινοίτου Θεμίστου καὶ Πολέμωνος μερίδων· Ὀρσενούφεως Ὀρσενούφεως ἐντυχόντος τῶι κρατίστῳ διοικητῇ Αὐρηλίωι Πτολεμαίῳ ἐπὶ τῷ ἄπορον ὄντα δεδόσθαι εἰς πρεσβυτερείαν, ἔγραψέν μοι ἐὰν οὕτως ἔχῃ ἕτερον ἀντʼ αὐτοῦ εἰς τὴν χρείαν κατασταθῆναι. Κάστορος οὖν κωμωγραμματέως τῆς κώμης δηλώσαντος ταῖς ἀληθείαις ἄπορον αὐτὸν εἶναι καὶ ἀναδόντος ἀντʼ αὐτοῦ τὸν ὑπογεγραμμένον, δημοσίᾳ προέθηκα ἵνα ὁ ἀναδοθεὶς εἰδῇ καὶ τῆς χρείας ἐπιλάβηται εἰς τὸ ἐν μηδενὶμεμφθῆναι. σεσημείωμαι ἔτους η Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Ἀντωνείνου Σεβαστοῦ Ἀρμενιακοῦ Μηδικοῦ Παρθικοῦ μεγίστου καὶ Αὐτοκράτορος Καίσαρος Λουκίου Αὐρηλίου Οὐήρου Σεβαστοῦ Ἀρμενιακοῦ Μηδικοῦ …Γερμανικοῦ Παρθικοῦ μεγίστου Ἐπεὶφ ζ. ἔστι δέ· Ἡρωδίων Ἡρώδου μητρὸς Ἡρῶτος ἔχων πόρον δραχμῶν χιλίων . Σεραπάμμων ὁ καὶ Ἰσίδωρος ὑπηρέτης προθεὶς κατεχώριςα Ἐπεὶφ ιγ. μηδεμιᾶς οὖν μοι, κύριε, εὐπορίας προσγενομένης ἐκ τότε μέχρι νῦν, φανερῶς ἐπηρεάσθην ὑπὸ τῶν πρεσβυτέρων τῆς κώμης χειριζόντων τὰ κατὰ τὴν κωμογραμματείαν εἰς τὴν πρακτορίαν. διὸ ἐπὶ σὲ τὸν κύριον κατέφυγον ἀξιῶν εὐεργεσίας τυχεῖν ὅπως δυνηθῶ συνμένειν καὶ τὰ δημόσια διευθύνειν ἧς διατάσσομαι δημοσίας γῆς· ἃς γὰρ ἄλλας δύναμαι σωματικὰς χρείας ὑπομένειν οὐκ ἀναδύομαι. …διευτύχει.