Ancient Greek
Pap.Choix 12
Documentary Papyri, Pap.Choix 12
Not analysed yet
Αὐρήλιος Κάστωρ καὶ Δημητρία ἡ καὶ Λουκία τέκνα Νείλου ἀρχιερατεύσαντος διὰ τοῦ ἀποσυσταθέντος Ἡρακλείδου Ἥρωνος Νέωνι Ποσειδωνίου μισθωτῇ χαίρειν. ἀπέχω παρὰ σοῦ τὸν φόρον, οὗ ἔχεις μου ἐν μισθώσει φοινικῶνος περὶ κώμην Θεαδέλφειαν ὑπὲρ τοῦ διεληλυθότος πέμπτου ἔτους. ἔτους ϛ Λουκίου Σεπτιμίου Σεουήρου Εὐσεβοῦς Περτίνακος Σεβαστοῦ καὶ Μάρκου Αὐρηλίου Ἀντωνείνου Καίσαρος ἀποδεδειγμένου Αὐτοκράτορος Τῦβι κϛ.