Ancient Greek
Pap.Choix 13
Documentary Papyri, Pap.Choix 13
Not analysed yet
Σενπικῶς Μέλανι τῷ υἱῷ πλεῖστα χαίρειν. γιγνώσκειν σε θέλω ὅτι ὁ ἀδελφός σου Ψενθώτης ἐπίπλους βέβληται σίτου εἰς Ἀλεξάνδρειαν καὶ ἐχειρογράφησεν καὶ ἤδη παραλαμβάνει τὸν σῖτον. λοιπὸν εἰ ἐκδημήσῃ, οὐ δύναμαι ἐλθεῖν πρὸς σέ. ἄρτους γὰρ αὐτῷ ποιῶ καὶ ἑτοιμάζω αὐτόν. ἀσπάζομαι Ταπεῆιν καὶ Ἀπλωνάριν καὶ ὑποδησμεύετε αὐτὴν διὰ σκορπίον. ἀσπάζεται ὑμᾶς Ἰουλᾶς. ἐὰν ἐκδημήσῃ ὁ ἀδελφός σου, βάπτω τὰ ἔρια καὶ φέρω. ἔρρωσο.