Ancient Greek
Pap.Choix 24
Documentary Papyri, Pap.Choix 24
Not analysed yet
Σαραπίων Εὐδαίμονι τῷ πατρὶ χαίρειν. καὶ διʼ ἑτέρας ἐπιστολῆς δεδήλωκά σοι περὶ Μάρωνος τοῦ συνλαμβανομένου τοῖς τῆς πόλεως γραμματεῦσι ὅτι συνέβαλε Ἡρακλείδῃ καὶ εἶπε· ὡς ὑπεσχόμην ὑμῖν, ἀνέδωκα αὐτὸν εἰς τὴν ἐπιτήρησιν τῶν δημοσίων τραπεζιτῶν τῶν περὶ τὰς μερίδας ὑπαρχόντων· ἐὰν οὖν θέλῃς μεῖναι ἐν τῇ χρείᾳ, δήλωσον ἡμῖν· ἐὰν μὴ βούλῃ, ἐπεὶ φάσκει πρόλημμα γεγενῆσθαι, ἄνελθε. ἔρρωσο.