Ancient Greek
Pap.Choix 25
Documentary Papyri, Pap.Choix 25
Not analysed yet
τῷ τὴν στατιῶνα ἔχοντι κώμης Ἰβιῶνος Εἰκοσιπενταρούρων παρὰ Αὐρηλίου Ἀπόλλωνος Ὀφελλίου οἰκέτου Ἀλυπίου τοῦ κρατίστου δουκηναρίου. νυκτὶ τῇ φερούσῃ εἰς τὴν σήμερον, ἥτις ἐστὶν ιδ τοῦ ὄντος μηνὸς Ἁθύρ, ἐπῆλθάν τινες κακουργοί, οὕσπερ ἀγνοῶ, ᾧ ἔχω τόπῳ ἐν θησαυρῷ κώμης Ναρμούθεως καὶ ἐβάσταξαν ἀπὸ τοῦ τόπου τοῦ θησαυροῦ πυροῦ ἀρτάβας ἓξ καὶ ψωμίων καθαρῶν, ἃ ἐποίησα τῷ εὐσχήμονι, ἀρτάβας …. ὅθεν κατὰ τὸ ἀναγκαῖον ἐπιδίδωμι αὐτὸ τοῦτο φανερόν σοι ποιῶν. διευτύχει. Ἀπόλλων ὡς ἐτῶν κϛ οὐλὴ ἀντικνημίῳ δεξιῷ. ἔτους β τοῦ κυρίου ἡμῶν …